οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν· ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως, οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι ἀστέρες, ἐμπεράμως ἐνετρίψατο ἐτρίψατο MSS.; corr. Meineke. λιτὰ λαβοῖσα βαλοῖσα EF. χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς· ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν. τῶ καὶ νῦν ἄρσεν τι τι Bergk; τε . κομίξατε μῶνον κομίξατε Schneider, μῶνον Ernesti; κομίσσατε μοῦνον . ἔλαιον, ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·