μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν, ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον. γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες. πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις. δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ, δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον. καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ.