ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι, ὁππόκʼ ὁππόταν MSS. ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα· ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι, ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν. ἀποδεξαμέναν Meineke; an absolute solecism, but accepted by Wilamowitz and others. ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.