ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων. ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως συρίγγων ἀίω φθόγγον ὑπαξονίων ὑπαξόνιον e; ὑπ’ ἀξονίων Schneider. , μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ) οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας οὐδʼ ὅκα τὰν Ἴδᾳ Ἴδαν MSS.; corr. Bentley. Φρὺξ ἐδίκαζεν ἔριν, οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε οὐδ’ . . . οὐδὲ MSS.; corr. Meineke. Σιμοῦντος ἔβλεψεν δίναν ἐς διαφαινομέναν· οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν· ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως, οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι ἀστέρες, ἐμπεράμως ἐνετρίψατο ἐτρίψατο MSS.; corr. Meineke. λιτὰ λαβοῖσα βαλοῖσα EF. χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς· ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν. τῶ καὶ νῦν ἄρσεν τι τι Bergk; τε . κομίξατε μῶνον κομίξατε Schneider, μῶνον Ernesti; κομίσσατε μοῦνον . ἔλαιον, ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης· οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.