ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται, ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω. δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε ἐπένησε Spanheim, Bentley; ἐπένευσε . λίνα, ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ, ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον. πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ, τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι. καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος