ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι, ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν ἕρπει MSS. σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες. οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων, οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων, ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων. ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως συρίγγων ἀίω φθόγγον ὑπαξονίων ὑπαξόνιον e; ὑπ’ ἀξονίων Schneider. , μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ) οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας οὐδʼ ὅκα τὰν Ἴδᾳ Ἴδαν MSS.; corr. Bentley. Φρὺξ ἐδίκαζεν ἔριν, οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε οὐδ’ . . . οὐδὲ MSS.; corr. Meineke. Σιμοῦντος ἔβλεψεν δίναν ἐς διαφαινομέναν· οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν· ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως, οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι ἀστέρες, ἐμπεράμως ἐνετρίψατο ἐτρίψατο MSS.; corr. Meineke. λιτὰ λαβοῖσα βαλοῖσα EF. χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς· ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν. τῶ καὶ νῦν ἄρσεν τι τι Bergk; τε . κομίξατε μῶνον κομίξατε Schneider, μῶνον Ernesti; κομίσσατε μοῦνον . ἔλαιον, ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·