ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι, ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν ἕρπει MSS. σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες. οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων, οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων, ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ