ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει. ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο, ἄψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι, φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων· Ήρη σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα ʼΝύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι. Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;