οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις· ἀλλʼ ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης. φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός ἔλλαχες. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμηνʼ. ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει. ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο, ἄψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι, φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων· Ήρη σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα ʼΝύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι. Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις; ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας. ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι σήμερον ἐξαπίνης;ʼ ὃ δʼ ἀνήκοος. ʼὦ ἐμὸν ἄχθος, ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες. Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον, μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ