Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός. φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι, ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη. φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δʼ ἐφέποντο Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι Ἰσμηνοῦ χέρα πατρός, ὃ δʼ εἵπετο πολλὸν ὄπισθεν Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι. ἣ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι, ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι; νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,