ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα. τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο· ἣ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι. ἔνθʼ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι. φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης