ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες οἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύν ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος, Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν. ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες, τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο, οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας. οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαις δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας