ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν, νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι; καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται, πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη, ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση. τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ, τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος. πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες οἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύν ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος, Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν. ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες, τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο, οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας. οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαις δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα. τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ