εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει. οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς. ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης. Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι; οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται, χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν, πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης