εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι. ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν. Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο· οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον. οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος, ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν· αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας. δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς