ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι; ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν, νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι; καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται, πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη, ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση. τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ, τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος. πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου