κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα. οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοί τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται, γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος· δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρός ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι. πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη, θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοι ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,