τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου κλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυώ οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος· ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες, αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα. οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοί τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται, γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος· δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρός ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι. πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη, θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοι ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο, εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι. ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν. Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι