οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου, οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη, ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή. ὧδε σὺ μὲν κατέλεξας· ὃ δὲ γλυκὺν ἔσπασε μαζόν.