πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι· αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι, οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου, οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη, ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή. ὧδε σὺ μὲν κατέλεξας· ὃ δὲ γλυκὺν ἔσπασε μαζόν. τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου κλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυώ οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος· ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες, αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην