ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν. ὄγδοον οὐκέτʼ ἄεισαν, ὃ δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸν νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο, εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρ χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν, οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς. χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε, χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη, χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης, χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς. αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα, ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,