δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις. Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω· τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ· ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ. ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·