ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο· Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν, Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή. ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ. ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς, Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης, ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν· τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη. κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης, οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει, ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει. οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις. Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω· τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ· ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.