τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς. εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις; αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι. γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ. νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις, εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος, ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς. Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου. ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο· Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν, Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή. ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ. ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς, Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης, ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν· τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη. κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης, οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει, ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει. οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε