τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς. εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις; αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι. γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ. νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις, εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος, ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς. Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου. ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο· Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,