Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις, Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν, ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος· φλεξας ἐπεὶ περικαίεο πυρί, τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα· ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ. ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς, ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος· λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς. εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις; αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι. γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ. νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις, εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος, ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς. Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.