Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις, Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν, ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος· φλεξας ἐπεὶ περικαίεο πυρί, τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα· ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ. ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς, ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος· λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς