καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται, φρούρια καὶ καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι, ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος. ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω. αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ· ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή, πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι, ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς, ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα. τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼ αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·