μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός. καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται, φρούρια καὶ καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι, ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο