οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων, Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι. ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης. ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη· ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,