τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο. ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι, ὁππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει. ἣ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων. κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί, δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος; τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος· Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν. εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,