ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι· τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο· Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας, εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων, σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ. ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο, οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων, Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι. ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης. ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη· ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται, μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός.