ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο, θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι· τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο· Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας, εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων, σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ. ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,