βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ· τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι. ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼ εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα· ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι δούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.