τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ· τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι. ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼ εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα· ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι δούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος. ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο, θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι· τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο· Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας, εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,