ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας. ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι σήμερον ἐξαπίνης;ʼ ὃ δʼ ἀνήκοος. ʼὦ ἐμὸν ἄχθος, ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες. Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον, μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα