τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ ἀείσεις δῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται, εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη. ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηι ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται. Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης. κείνη δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλήξ αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις πόντωι ἐνεστήρικται· ὃ δʼ ἀμφί ἑ πουλὺς ἑλίσσων Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·