οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις· ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης. φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην. ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει. ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο, ἂψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι, φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. Ἥρη, σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι. Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις; ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας. ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος, ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες. Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον, μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.