τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροὶ γαῖαν ἐποπτεύοντες, ὁ μὲν πέδον ἠπείροιο ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο· ἡ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι. ἔνθʼ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητὼ μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι. φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός. Φενειός Arnaldus; Φεναιός . φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῷ, ἔμπλην Αἰγιαλοῦ τε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη. φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δʼ ἐφέποντο Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι Ἰσμηνοῦ χέρα πατρός, ὁ δʼ εἵπετο πολλὸν ὄπισθεν Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ. ἡ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειὴν ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι, ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι; νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει, νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα. ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη, φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ· Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις; μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι. οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,