ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν, νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας δὲ πάσας MSS.; δ’ ἐλάσσας Meineke; δ’ ἐπάρας Schneider. ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ; καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται, πρυμνόθεν ἐρρίζωσε· δὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη, ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν σοι Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση. τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ, τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος· πολλάκι σε πολλάκι σ’ ἐκ marg. Taur., corr. Meineke; πολλάκις ἐκ . Τροιζῆνος ἀπὸ ξανθοῖο πολίχνης ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες οἱ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξὺν ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος, Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστὸν παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι γείτονες Ἀγκαίου Μυκαλησσίδες Μυκαλησσίδες Blomf., cf. Steph. Byz. s.v.; Μυκαλησίδες . ἐξείνισσαν. ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες, τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο, οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας. οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἁπάσαις δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα. τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ