οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ, Λεχαίου Hemsterhuis. οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη, ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή. ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν. τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος· ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες, αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα. οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Δωδώνηθι marg. Taur.; Δωδώνηθε . Πελασγοὶ τηλόθεν ἐκβαίνοντα εἰσβαίνοντα Meineke. πολὺ πρώτιστα δέχονται, γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος· δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρὸς ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι. πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη, θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότʼ ἄριστοι ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο, εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι. ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην παρθενικαῖς, παρθενικαῖς marg. e; παρθενικαί . παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν. Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι