ἡ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν· ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν. ὄγδοον οὐκέτʼ ἄεισαν, ὁ δʼ ἔκθορεν, αἱ δʼ ἐπὶ μακρὸν νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο, εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθὴρ χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν, οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς. χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε, χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη, χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης, χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς. αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα, ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον· ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα, πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι· αὐτὴ αὕτη Reiske. ἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ, οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ, Λεχαίου Hemsterhuis. οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη, ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή. ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.