τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς. εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις; αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ. γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου. νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις, εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος, Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς. Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου. ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο· Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν, Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή. ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ. ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς, Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης, ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν· τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη. κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης, οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ, ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει. οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ δεσπότις. ἡ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε