Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις, Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν, ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος· . φλεξας ἐπεὶ περικαίεο πυρί , The better MSS. leave a vacant space for line 200 and of line 201 have only φλέξας ἐπεὶ περικαίεο πυρί ( κῆρι emend. Bentley). Only the late and inferior MSS. (Schneider's LMNO) supply ἔστης δ’ ἐν μέσσῃσι κατοικτείρασα δὲ Λητὼ | φῦκος ἅπαν κατέφλεξας , or similar words; a very bad attempt to fill the lacuna. Some verb of speaking seems necessary. τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα· Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ. ἔννεπες· ἡ δʼ ἀρητὸν ἀρητὸν Dilthey; ἄρητον . ἄλης ἀπεπαύσατο λυγρῆς, ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος· λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς. εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις; αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ. γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου. νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις, εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος, Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς. Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.