ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας φάλαγγες MSS.; corr. Bentley. δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος. ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω. αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ· ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή, πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ, ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς, ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα. τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν. αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι· Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις, Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν, ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος· . φλεξας ἐπεὶ περικαίεο πυρί , The better MSS. leave a vacant space for line 200 and of line 201 have only φλέξας ἐπεὶ περικαίεο πυρί ( κῆρι emend. Bentley). Only the late and inferior MSS. (Schneider's LMNO) supply ἔστης δ’ ἐν μέσσῃσι κατοικτείρασα δὲ Λητὼ | φῦκος ἅπαν κατέφλεξας , or similar words; a very bad attempt to fill the lacuna. Some verb of speaking seems necessary. τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα· Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ. ἔννεπες· ἡ δʼ ἀρητὸν ἀρητὸν Dilthey; ἄρητον . ἄλης ἀπεπαύσατο λυγρῆς, ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος· λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς