καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται, φρούρια καὶ κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι καὶ πεδία Κρισσαῖα καὶ ἠπείροι ο φάραγγες The best MSS. and the Aldine (1513) have only φρούρια καὶ (177) and καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι (178). The words in brackets are a worthless attempt to supply the lacunae and are found only in the late and inferior MSS. (Schneider' s LMNO). ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν καρπὸν MSS.; corr. Reiske. γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ, ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας φάλαγγες MSS.; corr. Bentley. δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος. ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω. αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ· ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή, πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ, ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς, ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα. τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν. αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·