σῴζεο· μὴ σύ γʼ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβή. ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους εἰναλίας· αἱ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο, οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων, Ἶρις ἐπεὶ πάσῃσιν ἐφʼ ὑψηλοῖο Μίμαντος σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἱ δʼ ὑπʼ ὁμοκλῆς πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι. ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης. ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε μὴ σύ γε, μῆτερ, τῇ με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη· ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος ἐστί, Σαωτήρων ὕπατον γένος· ᾧ ὑπὸ μίτρην ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται, μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι ἠέλιον φορέουσιν· ὁ δʼ εἴσεται ἤθεα πατρός. καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται, φρούρια καὶ κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι καὶ πεδία Κρισσαῖα καὶ ἠπείροι ο φάραγγες The best MSS. and the Aldine (1513) have only φρούρια καὶ (177) and καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι (178). The words in brackets are a worthless attempt to supply the lacunae and are found only in the late and inferior MSS. (Schneider' s LMNO). ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν καρπὸν MSS.; corr. Reiske. γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ,