τῶ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο. ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι, ὀππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθὺν νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει. ἡ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων. κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί, δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος; τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος· Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν. εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί, ποίῃ τοίη MSS. ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι; ἢ ὡς χ’ ὡς MSS. τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν, νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας δὲ πάσας MSS.; δ’ ἐλάσσας Meineke; δ’ ἐπάρας Schneider. ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ; καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται, πρυμνόθεν ἐρρίζωσε· δὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη, ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν σοι Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση. τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ, τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος·