τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ εἴ ποτ᾽ Reiske. But the text is quite right. ἀείσεις δῆλον, Ἀπόλλωνος κουροτρόφον ; ἦ μὲν ἅπασαι Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται, εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη. ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσῃ ἀείσῃ schol. Lycophr. 275; άείσει . ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται. Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης. κείνγ δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλὴξ αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις πόντῳ ἐνεστήρικται· ὁ δʼ ἀμφί ἑ πουλύς ἑλίσσων Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην· τῶ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο. ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι, ὀππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθὺν νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει. ἡ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων. κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί, δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος; τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος· Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν. εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί, ποίῃ τοίη MSS. ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι; ἢ ὡς χ’ ὡς MSS. τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων