τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ εἴ ποτ᾽ Reiske. But the text is quite right. ἀείσεις δῆλον, Ἀπόλλωνος κουροτρόφον ; ἦ μὲν ἅπασαι Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται, εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη. ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσῃ ἀείσῃ schol. Lycophr. 275; άείσει . ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται. Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης. κείνγ δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλὴξ αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις πόντῳ ἐνεστήρικται· ὁ δʼ ἀμφί ἑ πουλύς ἑλίσσων Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·